Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.125 Joseph. AJ 10.130 (English) >>Joseph. AJ 10.135

10.128παρεθάρσυνε δὲ αὐτὸν προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν· οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ. 10.129καὶ τὸν μὲν Ἱερεμίαν ταῦτʼ εἰπόντα βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντʼ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπʼ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ. 10.130καὶ δὴ τοῦτο πρὸς αὐτοὺς ἔλεγεν· ἐπυνθάνοντο γὰρ ἐλθόντες πρὸς τὸν προφήτην, τί περὶ αὐτῶν ἀφίκοιτο πρὸς τὸν βασιλέα σκήπτεσθαι. ταῦτα μὲν οὕτως ἐλέχθη. 10.131

Τῆς δὲ πολιορκίας τῶν Ἱεροσολύμων Βαβυλώνιος ἐντεταμένως σφόδρα καὶ προθύμως εἴχετο· πύργους τε γὰρ μεγάλων οἰκοδομήσας χωμάτων ἀπʼ αὐτῶν ἀνεῖργε τοὺς τοῖς τείχεσιν ἐφεστῶτας, καὶ πολλὰ περὶ τὸν κύκλον ὅλον ἤγειρε χώματα τοῖς τείχεσι τὸ ὕψος ἴσα. 10.132καρτερῶς δὲ καὶ προθύμως ἔφερον οἱ ἐντὸς τὴν πολιορκίαν· ἔκαμνον γὰρ οὔτε πρὸς τὸν λιμὸν οὔτε πρὸς τὴν νόσον τὴν λοιμικήν, ἀλλὰ καίπερ ἔνδον ὑπὸ τούτων ἐλαυνόμενοι τῶν παθῶν τὰς ψυχὰς ἔρρωντο πρὸς τὸν πόλεμον, μήτε πρὸς τὰς ἐπινοίας τῶν ἐχθρῶν καὶ τὰ μηχανήματα καταπληττόμενοι, ἀλλʼ ἀντιμηχανήματα πρὸς πάντα τὰ παρʼ ἐκείνων ἀντεπινοοῦντες·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.125 Joseph. AJ 10.130 (English) >>Joseph. AJ 10.135

Powered by PhiloLogic